Τροπάρια για έγγαμους αγίους

ΤΡΟΠΑΡΙΑ ΓΙΑ ΕΓΓΑΜΟΥΣ ΑΓΙΟΥΣ

«Ταῖς εἱρκταῖς συγκλειόμενος, τοῖς βουνεύροις τυπτόμενος, τοῖς κλοιοῖς ἀοίδιμε βαρυνόμενος, καὶ τοῖς μοχλοῖς συνθλιβόμενος, σὺν πλείοσι μάρτυσι, σὺν αὐτοῖς τῶν ἀγαθῶν, οὐρανίων ἐπέτυχες, ἐπαλείφουσαν, τὴν ὁμόζυγον ἔχων Ναταλίαν, τὴν Θεῷ πεποθημένην, Ἀδριανὲ γενναιότατε.»

«Τὸν Ἀδὰμ ἡ ὁμόζυγος, Παραδείσου ἐξώρισε, συμβουλίᾳ ὄφεως, Ναταλία δέ, Ἀδριανὸν πρὸς Παράδεισον, πανσόφως εἰσήγαγεν, ἱεραῖς προσλαλιαῖς, νουθετοῦσα διδάσκουσα, τὰ ἐπίπονα, τῆς ἀθλήσεως φέρειν οὐρανίους, ἀντιδόσεις προξενοῦντα, καὶ αἰωνίζουσαν εὔκλειαν.»

(Άγιος Ανδριανός και Αγία Ναταλία, 26 Αυγούστου)

«Έχουσα ακμάζοντα περί Θεόν πόθον άπαντα τον Χριστόν διεμόρφωσας, καρδίαις των τέκνων σου, πανεύφημε Νόννα, και προς ευσεβείας καθοδηγήσασα οδόν, προσμαρτυρούντος εντίμου βίου σου, παράδεισον κεκλήρωσαι και τοις αγίοις ηρίθμησαι υπέρ πάντων πρεσβεύουσα των πιστώς δεομένων σου.»

«Τον Χριστόν διηκόνησας ολοψύχως καλλύνασα σεαυτήν ταις χάρισι, Νόννα ένδοξε, και ώσπερ μύρα πολύτιμα εξόχως προσέφερας Εκκλησία τη σεπτή, τυος αγίους τρεις παίδας σου, τον Γρηγόριον, τον Καισάριον και την Γοργονίαν, τα ευώδη θεία κρίνα και παραδείσου ηδύπνοα».

(Αγία Νόννα, 5 Αυγούστου)

«Κλοιὸν ἀπορρίψασα, τῆς σαρκικῆς συμβιώσεως, τὸν σύζυγον ἔπεισας, σὺν σοὶ τὸν θεῖον ζυγόν, ἐπαυχένιον, καὶ φέρειν καὶ βαδίζειν, ὁδὸν τὴν εἰσάγουσαν, εἰς τὰς ἀΰλους μονάς.»

«Τὰ θεῖα προστάγματα, ἐπιτελοῦσα σεμνή, ἐσκόρπισας ἔδωκας, τὰς μυριάδας τοῦ σοῦ, χρυσίου τοῖς πένησιν, ἄρασα δὲ ἐπ’ ὤμων, τὸν σταυρόν σου Μελάνη, ἅμα τῷ σῷ συζύγῳ, ἠκολούθησας πίστει, Χριστῷ τῷ σταυρωθέντι σαρκί, καὶ μόνῳ Θεῷ ἡμῶν.»

(Οσία Μελάνη η Νεωτέρα, 30 Δεκεμβρίου)

«Ὅλως ἀγαπήσασα, σὲ ἐκ ψυχῆς τὸν Δεσπότην, ὀπίσω σου ἔδραμε, δυὰς ἡ ἀοίδιμος καὶ ὁμόζυγος, καὶ τερπνὰ ἅπαντα, καὶ δεσμὸν ἄλυτον, ὡς ἱστὸν ἀράχνης ἔλυσε· διὸ καὶ ἔτυχε, σοῦ τῆς βασιλείας Ἀθάνατε. Αὐτῶν οὖν ταῖς δεήσεσιν, ἱλασμὸν οἰκτίρμον παράσχου μοι, τῶν πλημμελημάτων, καὶ δεῖξόν με ἀνώτερον παθῶν, τῶν ἐνοχλούντων μου Δέσποτα, τὴν ψυχὴν ἑκάστοτε.»

«Παίδων ἐστερήθητε, τῆς ποθεινῆς ξυνωρίδος, προστάξει τῇ κρείττονι, καὶ τῷ βίῳ μένοντες ἀπαράκλητοι, τὴν φωνὴν ἤρατε, τὴν γενναιοτάτην, τοῦ Ἰὼβ καὶ ἀνεκράξατε. Κύριος ἔδωκε, Κύριος καὶ πάλιν ἀφείλετο. Διὸ καὶ τὸ ποθούμενον, ἔργον εὐχερῶς διηνύετε, καὶ πρὸς ἐρημίας, καὶ τόπους τοὺς Ἁγίους ἐν χαρᾷ, μεταναστεύοντες ὤφθητε, ζεῦγος ἱερώτατον.»

(Άγιοι Ανδρόνικος και η συμβία αυτού, 9 Οκτωβρίου)

«Δεῦτε καὶ θεάσασθε ἅπαντες ξένον θέαμα καὶ παράδοξον· Τὶς ἑώρακε νήπιον, τριετῆ ὄντα, τύραννον αἰσχύναντα; ὢ τοῦ θαύματος! Μητέρα ἐθήλαζε, καὶ τιθηνούμενος τῇ γαλουχῷ ἐβόα· Μὴ πτοοῦ μῆτέρ μου, τὰς ἀπειλὰς τοῦ δεινοῦ κοσμοκράτορος· Χριστὸς γὰρ ἐστιν ἡ ἐλπὶς τῶν πιστευόντων εἰς αὐτόν».

«Ἡ λογικὴ Χριστοῦ ἀμνάς, Ἰουλίττα, σὺν τριετεῖ ἀμνῷ αὐτῆς τῷ Κηρύκῳ, δικαστικοῦ πρὸ βήματος παρέστησαν, εὐθαρσῶς κηρύττοντες, τὴν Χριστώνυμον κλήσιν, οὐδόλως ἐπτοήθησαν ἀπειλὰς τῶν τυράννων, καὶ στεφηφόροι νῦν ἐν οὐρανοῖς, ἀγγαλιῶνται Χριστῷ παριστάμενοι.»

(Άγιοι Κύρηκος και Ιουλίττα, 15 Ιουλίου)

«Τὸ ζεῦγος τὸ ἅγιον Χριστοῦ, ξυνωρὶς ἡ ἔνθεος, τὸ τῶν Μαρτύρων καλλώπισμα, μέγιστοι Μάρτυρες, οἱ τὴν θείαν ζεύγλην, ἐν βασάνοις στέρξαντες, καὶ μάστιγας τυράννων μὴ πτήξαντες, καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.»

«Τιμόθεον σήμερον σὺν τῇ συνάθλῳ πιστοί, συζύγῳ τιμήσωμεν Μαύρᾳ τῇ νύμφῃ Χριστοῦ, τὴν τούτων γεραίροντες, εὔτολμον καρτερίαν· Οὗτοι γὰρ σταυρωθέντες, ἴχνεσι τοῦ σφαγέντος, ἠκολούθησαν πόθῳ, καὶ πάντων τὰς ἁμαρτίας Σταυρῷ προσηλώσαντος.»

(Άγιοι Τιμόθεος και Μαύρα, 3 Μαϊου)

«Δυάς Αποστόλων ευκλεής, Ακύλας και Πρίσκιλλα, πάντας ημάς προς εόρτιον, καλούσιν αίνεσιν. Δεύτε ουν προθύμως, πάντες εορτάσωμεν , αυτών την ιεράν μνήμιν σήμερον. Χριστόν γαρ πάντοτε, δυσωπούσι ταις ψυχαίς ημών δωρηθήναι ειρήνην και έλεος».

«Ακύλα και Πρίσκιλλα υμάς, Παύλος ο μακάριος, το του Χριστού ευαγγέλιον, εμυσταγώγησεν, αγασθείς τον τρόπον, υμών την σεμνότητα, και βίον αληθώς τον ενάρετον. Μεθ’ου πρεσβεύσατε δωρηθήναι ταις ψυχαίς ημών την ειρήνην, και το μέγα έλεος».

(Άγιοι Ακύλας και Πρίσκιλλα, 13 Φεβρουαρίου)